Καιρός 28



3


6


9
Αὔγη, ἡ πρότερον Ἀθηνᾶς ἱέρεια, μετὰ μακρὸν ἀνὰ θάλατταν πλοῦν καὶ πολλὴν κατὰ γῆν ὁδὸν εἰς Τευθρανίαν ἐλθεῖν λέγεται. Ἐκεὶ Τεῦθρας, ὁ τῆς χώρας δεσπότης, αὐτὴν ἀντὶ θυγατρὸς1 ἐδέξατο.
Περὶ τῆς τοῦ υἱοῦ μοίρας λέγεται τάδε·
Τοῦτον πρῶτον μὲν ἔλαφος2 ἐθήλασεν3, ἔπειτα δὲ αἰπόλοι4 ἔθρεψαν καὶ ὠνόμασαν Τήλεφον. Ὁ δὲ ὕστερον τοὺς Ἀλέου υἱοὺς ἐφόνευσεν ὑβριζόμενος ὑπ’ ἐκείνων. Μετὰ τοῦτο τὴν περὶ τῆς ἑαυτοῦ γενεᾶς ἀλήθειαν μαθεῖν βουλόμενος καὶ χρησμὸν δεξάμενος εἰς Τευθρανίαν ἦλθεν. Ἐνταῦθα δὴ πολεμίους ἐκ τῆς χώρας εξέβαλε καὶ δόξης ἔτυχεν οὕτω λαμπρᾶς, ὥστε Τεύθρας χαριζόμενος αὐτῷ τὴν Αὔγην πρὸς γάμον ἐκδοῦναι5 ἐν νῷ εἶχεν.
_______________________________
1) θυγατρός: Genitiv von ἡ θυγάτηρ: die Tochter — 2) ἡ ἔλαφος: die Hirschkuh — 3) θηλάζω: ich säuge — 4) ὁ αἰπόλος: der Ziegenhirt — 5) ἐκ-δοῦναι (Inf. Aor.): (zu) geben