Καιρός 27



3


6


9
Ἄλεος, ἐπεὶ τὸν χρησμὸν ἔμαθεν, ἠνάγκαζεν Αὔγην Ἀθηνᾶς ἱέρειαν1 εἶναι καὶ παρθένον.
Ἡ δ’Αὔγη ἱμάτιά ποτε ἔπλυνεν2 ἐν κρήνῃ. Ἐκεῖ δὴ Ἡρακλῆς μεθύων3 κατέλαβεν αὐτὴν καὶ ἐβιάσατο. Ἡ δὲ υἱὸν ἔτεκε καὶ ἐν τῷ ναῷ ἔκρυψεν. Ὅτε ἡ θεὰ ταύτῃ τῇ ἀδικίᾳ ὀργιζομένη τοὺς Τεγεάτας νόσῳ ἐπίεζε δεινῇ, Ἄλεος ἐν τῷ ἱερῷ εὐχόμενος εἶπε τάδε· „Διὰ τί διαφθείρειν βούλει, ὦ θεά, τήνδε τὴν χώραν; Γενοῦ ἐπίκουρος τοῖσδε τοῖς Τεγεάταις. Ἢ ὀργῇ ἤδη ἔλιπες τόδε τὸ ἱερόν;“
Μετὰ ταῦτα θαυμαστῆς φωνῆς αἰσθόμενος τὸ βρέφος4 ηὗρε καὶ τὰ γενόμενα ἔμαθεν. Τὴν μὲν οὖν κόρην εἰς δουλείαν ἀπ-αγαγεῖν (!), τὸ δὲ παιδίον ἐκθεῖναι5 ἐκέλευσεν.
_______________________________
1) ἡ ἱέρεια: die Priesterin — 2) ἔπλυνεν: sie wusch — 3) μεθύων: betrunken — 4) τὸ βρέφος: der Säugling — 5) ἐκθεῖναι (Inf. Aor.): aussetzen