Καιρός 26



3


6


9
Μετὰ ταῦτα Ἡρακλῆς ἦλθεν ἐπ’ ἄλλον ἆθλον· Εὐρυσθεὺς γὰρ αὐτῷ προσέταξεν· „Λαβὲ τὸν Ἐρυμάνθιον κάπρον1 καὶ κόμισον αὐτὸν ζῳὸν2 εἰς Μυκήνας.
Ὁ οὖν Ἡρακλῆς τούτοις τοῖς λόγοις πειθόμενος δεινὸν κίνδυνον ἐκιν-δύνευσεν· Κένταυροι γὰρ αὐτὸν δι’ Ἀρκαδίας πορευόμενον ὕβριζον, ἀλλὰ τούτων οἱ πολλοὶ τοῖς δὲ ἐκείνου τόξοις καῖ τῷ τῆς Λερναίας ὕδρας φαρμάκῳ ἔπεσον καὶ ἀπέθανον.
Τὸν δὲ κάπρον1 ἐκεῖνος μετὰ πολὺν χρόνον ηὗρε καὶ εἰς χιόνα3 ἐδίωξε πολλήν. Αὕτη δὴ ἦν μηχανὴ θαυμαστή· τὸ μὲν γὰρ θηρίον φυγεῖν ἐκωλύετο, ὁ δὲ Ἡρακλῆς δυνατὸς ἦν σφίγξαι4 αὐτὸ καὶ ἐπὶ τοὺς ὤμους λαβεῖν.
Ὁ δὲ Εὐρυσθεὺς ἐπεὶ τὸν κάπρον1 εἶδεν, ἔφυγεν ὑπὸ φόβου εἰς μέγαν πίθον5.
_______________________________
1) ὁ κάπρος: der Eber — 2) ζῳός: lebend(ig) — 3) χιόνα: Akk. v. (ἡ) χιών: (der) Schnee — 4) σφίγγω: ich verschnüre — 5) ὁ πίθος: das Vorratsgefäß