|
|||
Homer, Odyssee, 23. Gesangψ 173–204 (Die Probe der Penelope) |
|||
|
ψ
Griechischer Text
Kommentar / Übersetzung
175 180 185 190 195 200 Τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
«Δαιμόνι’, οὔτ’ ἄρ τι μεγαλίζομαι οὔτ’ ἀθερίζω οὔτε λίην ἄγαμαι, μάλα δ’ εὖ οἶδ’ οἷος ἔησθα ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. Ἀλλ’ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ’ αὐτὸς ἐποίει· ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν, κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.» Ὣς ἄρ’ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· «Ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· τίς δέ μοι ἄλλοσε θῆκε λέχος; Χαλεπὸν δέ κεν εἴη καὶ μάλ’ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ. Ἀνδρῶν δ’ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ’ ἡβῶν, ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται ἐν λέχει ἀσκητῷ· τὸ δ’ ἐγὼ κάμον οὐδέ τις ἄλλος. Θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, ἀκμηνὸς θαλέθων· πάχετος δ’ ἦν ἠΰτε κίων. Τῷ δ’ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ’ ἐτέλεσσα, πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, κολλητὰς δ’ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας. Καὶ τότ’ ἔπειτ’ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, κορμὸν δ’ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, ἑρμῖν’ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ. Ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ’ ἐτέλεσσα, δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι· ἐκ δ’ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν. Οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, ἤ μοι ἔτ’ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν’ ἐλαίης.
[Übersetzung]
—
|
|||