Homer, Odyssee I 1–21 Prooimion 18.01.14

Homer, Odyssee

Prooimion (α 1–21)

 griech. TextInhalt




5
Ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.








① Odysseus

Thema (Odysseus: ἄνδρα)
Charakter (πολύτροπον)
Schicksal (πλάγχθη, ἐν πόντῳ πάθεν ἄλγεα)
Heldentat (Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν)
Lebenserfahrung (πολλῶν δ᾽ ἀνθρώπων ἄστεα καὶ νόον)
Umsicht (ἀρνύμενος ψυχὴν καὶ νόστον)





10
Ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.






② Gefährten

Thema (ἑτάρους)
Charakter (νήπιοι)
Schicksal (ὄλοντο)
„Heldentat“ (κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον)


Anrufung der Göttin





15
Ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.








③ Odysseus bei Kalypso

1. Haupthindernis für Odysseus’ Heimkehr (Καλυψώ)





20
Ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνος· ὁ δ᾽ ἀσπερχὲς μενέαινεν
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.










④ Odysseus als Opfer Poseidons

2. Haupthindernis für Odysseus’ Heimkehr (Ποσειδῶν)